Παρασκευή 14 Απριλίου 2017

«Σὲ τόν ἀναβαλλόμενον, τό φῶς ὥσπερ ἱμάτιον,...»

Δοξαστικό των αποστίχων 
του Εσπερινού της Μεγάλης Παρασκευής 
Σὲ τὸν ἀναβαλλόμενον, τὸ φῶς ὥσπερ ἱμάτιον, 
καθελὼν Ἰωσὴφ ἀπὸ τοῦ ξύλου, σὺν Νικοδήμῳ, 
καὶ θεωρήσας νεκρὸν γυμνὸν ἄταφον, 
εὐσυμπάθητον θρῆνον ἀναλαβών, 
ὀδυρόμενος ἔλεγεν. 
Οἴμοι, γλυκύτατε Ἰησοῦ! 
ὃν πρὸ μικροῦ ὁ ἥλιος 
ἐν Σταυρῷ κρεμάμενον θεασάμενος, 
ζόφον περιεβάλλετο, 
καὶ ἡ γῆ τῷ φόβω ἐκυμαίνετο, 
καὶ διεῤῥήγνυτο ναοῦ τὸ καταπέτασμα, 
ἀλλ' ἰδοὺ νῦν βλέπω σε, 
δι' ἐμὲ ἑκουσίως ὑπελθόντα θάνατον, 
πῶς σε κηδεύσω Θεέ μου; 
ἢ πῶς σινδόσιν εἰλήσω; 
ποίαις χερσὶ δὲ προσψαύσω, 
τὸ σὸν ἀκήρατον σῶμα; 
ἢ ποῖα ᾄσματα μέλψω, 
τῇ σῇ ἐξόδῳ Οἰκτίρμον; 
Μεγαλύνω τὰ Πάθη σου, 
ὑμνολογῶ καὶ τὴν Ταφήν σου, 
σὺν τῇ Ἀναστάσει, κραυγάζων. 
Κύριε δόξα σοι.