Παρασκευή, 4 Νοεμβρίου 2016

Ὀπισθάμβωνος ευχή: Ο επίλογος της Θείας Λειτουργίας

Ονομάζεται η ευχή που μεγαλόφωνα και εμμελώς απαγγέλλει ο ιερεύς ενώπιον της εικόνας του Ιησού Χριστού στο τέλος της Θείας Λειτουργίας.
Ονομάστηκε «πισθάμβωνος ευχή» γιατί στους πρωτο-χριστιανικούς χρόνους η ευχή αυτή διαβαζόταν πίσω από τον Άμβωνα, που την εποχή αυτή βρισκόταν στο μέσον σχεδόν του ναού, που κατά τον Καβάσιλα σημαίνει 
«την βαθμιαίαν κατάβασιν του ιερέως από της μετά Θεού υψηλής συναντήσεως εις την των ανθρώπων και αύθις ομιλίαν και κοινωνίαν». 
Δηλαδή, ενώ ο ιερεύς βρισκόταν κοντύτερα με το Θεό μέσα στο άγιο Βήμα, τώρα στη μέση του ναού, κοντύτερα στους ανθρώπους. 
Η Ὀπισθάμβωνος ευχή ανακεφαλαιώνει όλα τα αιτήματα της Θείας Λειτουργίας και αποτελεί τον επίλογό της.
Μ. Βασιλείου
Ὁ θυσίαν αἰνέσεως καὶ λατρείαν εὐάρεστον, τὴν λογικὴν ταύτὴν καὶ ἀναίμακτον θυσίαν προσδεχόμενος παρὰ τῶν ἐπικαλουμένων σε ἐν ὅλῃ καρδίᾳ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ, Ἀμνὸς καὶ Υἱὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ὁ μόσχος ὁ ἄμωμος, ὁ μὴ δεχόμενος ἁμαρτίας ζυγὸν καὶ τυθεὶς δι' ἡμᾶς ἑκών, ὁ μελιζόμενος καὶ μὴ διαιρούμενος, ὁ ἐσθιόμενος καὶ μηδέποτε δαπανώμενος, τοὺς δὲ ἐσθίοντας ἁγιάζων, ὁ εἰς ἀνάμνησιν τοῦ ἑκουσίου Πάθους σου, καὶ τῆς ζωοποιοῦ τριημέρου Ἐγέρσεώς σου, κοινωνοὺς ἡμᾶς ἀναδείξας τῶν ἀρρήτων καὶ ἀναδείξας τῶν ἀρρήτων καὶ ἐπουρανίων καὶ φρικτῶν σου Μυστηρίων, τοῦ ἁγίου σου Σώματος καὶ τοῦ τιμίου σου Αἵματος, τήρησον ἡμᾶς τοὺς δούλους σου, τοὺς διακόνους, τοὺς ἄρχοντας ἡμῶν, τὸν στρατόν, καὶ τὸν περιεστῶτα λαόν, ἐν τῷ σῷ ἁγιασμῷ. 
Καὶ δὸς ἡμῖν ἐν παντὶ χρόνῳ καὶ καιρῷ μελετᾶν τὴν σὴν δικαιοσύνην, ὅπως, πρὸς τὸ σὸν θέλημα ὁδηγηθέντες καὶ τὰ εὐάρεστά σοι ποιήσαντες, ἄξιοι γενώμεθα καὶ τῆς ἐκ δεξιῶν σου παραστάσεως, ὅταν ἐλεύσῃ κρῖναι ζῶντας καὶ νεκρούς. 
Τοὺς ἐν αἰχμαλωσίᾳ ἀδελφοὺς ἡμῶν ἀνάρρυσαι, τοὺς ἐν ἀσθενείᾳ ἐπίσκεψαι, τοὺς ἐν κινδύνοις θαλάσσης κυβέρνησον, καὶ τὰς προαναπαυσαμένας ψυχὰς ἐπ' ἐλπίδι ζωῆς αἰωνίου ἀνάπαυσον, ὅπου ἐπισκοπεῖ τὸ φῶς τοῦ προσώπου σου, καὶ πάντων τῶν δεομένων τῆς σῆς βοηθείας ἐπάκουσον, ὅτι σὺ εἶ ὁ δοτὴρ τῶν ἀγαθῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 
Ἀμήν.

Ιωάννου Χρυσοστόμου

Ὁ εὐλογῶν τοὺς εὐλογοῦντάς σε, Κύριε καὶ ἁγιάζων τοὺς ἐπὶ σοὶ πεποιθότας, σῶσον τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου. 
Τὸ πλήρωμα τῆς Ἐκκλησίας σου φύλαξον, ἁγίασον τοὺς ἀγαπῶντας τὴν εὐπρέπειαν τοῦ οἴκου σου. 
Σὺ αὐτοὺς ἀντιδόξασον τῇ θεϊκῇ σου δυνάμει καὶ μὴ ἐγκαταλίπῃς ἡμᾶς τοὺς ἐλπίζοντας ἐπὶ σέ. 
Εἰρήνην τῷ κόσμῳ σου δώρησαι, ταῖς Ἐκκλησίαις σου, τοῖς ἱερεῦσι, τοῖς ἄρχουσιν ἡμῶν, τῷ στρατῷ καὶ παντὶ τῷ λαῷ σου. 
Ὅτι πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον ἐκ σοῦ τοῦ Πατρός τῶν φώτων, καὶ σοὶ τὴν δόξαν καὶ εὐχαριστίαν καὶ προσκύνησιν ἀναπέμπομεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 
Ἀμήν.