Τρίτη 26 Απριλίου 2016

«Ὅτε ἡ ἁμαρτωλός, προσέφερε τὸ μύρον»


Ὅτε ἡ ἁμαρτωλός, προσέφερε τὸ μύρον, 
τότε ὁ μαθητής, συνεφώνει τοῖς παρανόμοις, 
ἡ μὲν ἔχαιρε κενοῦσα τὸ πολύτιμον, 
ὁ δὲ ἔσπευδε πωλῆσαι τὸν ἀτίμητον, 
αὕτη τὸν Δεσπότην ἐπεγίνωσκεν, 
οὗτος τοῦ Δεσπότου ἐχωρίζετο, 
αὕτη ἠλευθεροῦτο, 
καὶ ὁ Ἰούδας δοῦλος ἐγεγόνει τοῦ ἐχθροῦ, 
δεινὸν ἡ ῥαθυμία! μεγάλη ἡ μετάνοια! 
ἣν μοι δώρησαι Σωτήρ, 
ὁ παθὼν ὑπὲρ ἡμῶν, καὶ σῶσον ἡμᾶς.


ΟΡΘΡΟΣ ΜΕΓΑΛΗΣ ΤΕΤΑΡΤΗΣ (ΜΕΓΑΛΗ ΤΡΙΤΗ ΕΣΠΕΡΑΣ)

Εὐαγγέλιον τοῦ Ὄρθρου
Ἐκ τοῦ κατὰ Ἰωάννην


Τῷ καιρῷ ἐκείνῳ, ἐμαρτύρει ὁ ὄχλος ὁ ὢν μετὰ τοῦ Ἰησοῦ ὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν. Διὰ τοῦτο [καὶ]ὑπήντησεν αὐτῷ ὁ ὄχλος ὅτι ἤκουσαν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον. Οἱ οὖν Φαρισαῖοι εἶπον πρὸς ἑαυτούς͵ Θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδέν; ἴδε, ὁ κόσμος ὀπίσω αὐτοῦ ἀπῆλθεν. ῏Ησαν δέ τινες Ἕλληνες ἐκ τῶν ἀναβαινόντων, ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ·οὗτοι οὖν προσῆλθον Φιλίππῳ τῷ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας͵ καὶ ἠρώτων αὐτὸν λέγοντες΄ Κύριε͵ θέλομεν τὸν Ἰησοῦν ἰδεῖν.Ἔρχεται ὁ Φίλιππος καὶ λέγει τῷ Ἀνδρέᾳ· ἔρχεται Ἀνδρέας καὶ Φίλιππος καὶ λέγουσιν τῷ Ἰησοῦ. Ὁ δὲ Ἰησοῦς ἀποκρίνατο αὐτοῖς λέγων΄ Ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ ἀνθρώπου. Ἀμὴν ἀμὴν λέγω ὑμῖν͵ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ͵ αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ͵πολὺν καρπὸν φέρει. Ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν͵ καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ, εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. Ἐὰν ἐμοὶ διακονῇ τις͵ἐμοὶ ἀκολουθείτω΄ καὶ ὅπου εἰμὶ ἐγὼ ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται· ἐάν τις ἐμοὶ διακονῇ τιμήσει αὐτὸν ὁ Πατήρ. Νῦν ἡ ψυχή μου τετάρακται. καὶ τί εἴπω;Πάτερ͵ σῶσόν με ἐκ τῆς ὥρας ταύτης΄ ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην. Πάτερ͵ δόξασόν σου τὸ ὄνομα. Ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ΄ Καὶ ἐδόξασα καὶ πάλιν δοξάσω. Ὁ οὖν ὄχλος ὁ ἑστὼς καὶ ἀκούσας ἔλεγεν βροντὴν γεγονέναι· ἄλλοι ἔλεγον͵Ἄγγελος αὐτῷ λελάληκεν. Ἀπεκρίθη ὁἸησοῦς καὶ εἶπεν΄ Οὐ δι΄ ἐμὲ αὕτη ἡ φωνὴ γέγονεν, ἀλλὰ δι΄ ὑμᾶς. Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου΄ νῦν ὁἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω· κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς͵ πάντας ἑλκύσω πρὸς ἐμαυτόν. (Τοῦτο δὲ ἔλεγε, σημαίνων ποίῳ θανάτῳ ἔμελλεν ἀποθνῄσκειν). Ἀπεκρίθη αὐτῷ ὁ ὄχλος΄ Ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου ὅτι ὁ Χριστὸς μένει εἰς τὸν αἰῶνα΄ καὶ πῶς σὺ λέγεις ὅτι δεῖ ὑψωθῆναι τὸν Υἱὸν τοῦ ἀνθρώπου; τίς ἐστιν οὗτος ὁ Υἱὸς τοῦ ἀνθρώπου; Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς΄ Ἔτι μικρὸν χρόνον τὸ φῶς μεθ’ ὑμῶν ἐστι΄ περιπατεῖτε ὡς τὸ φῶς ἔχετε͵ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ· καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ, οὐκ οἶδεν ποῦ ὑπάγει. Ἕως τὸ φῶς ἔχετε͵ πιστεύετε εἰς τὸ φῶς͵ἵνα υἱοὶ φωτὸς γένησθε. Ταῦτα ἐλάλησεν Ἰησοῦς͵ καὶ ἀπελθὼν ἐκρύβη ἀπ΄ αὐτῶν. Τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν, οὐκ ἐπίστευον εἰς αὐτόν΄ ἵνα ὁ λόγοςἩσαΐου τοῦ Προφήτου πληρωθῇ, ὃν εἶπε΄ Κύριε͵ τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν, καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; Διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν͵ὅτι πάλιν εἶπεν Ἡσαΐας΄ Τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ πεπώρωκεν αὐτῶν τὴν καρδίαν͵ἵνα μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ νοήσωσι τῇ καρδίᾳ, καὶ ἐπιστραφῶσι͵ καὶ ἰάσομαι αὐτούς. Ταῦτα εἶπεν Ἡσαΐας͵ὅτι εἶδε τὴν δόξαν αὐτοῦ͵ καὶ ἐλάλησε περὶ αὐτοῦ. Ὅμως μέντοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν΄ ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται· ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον ἤπερ τὴν δόξαν τοῦ Θεοῦ. Ἰησοῦς δὲ ἔκραξε καὶ εἶπεν΄ Ὁ πιστεύων εἰς ἐμὲ, οὐ πιστεύει εἰς ἐμὲ, ἀλλ’ εἰς τὸν πέμψαντά με͵ καὶ ὁ θεωρῶν ἐμὲ, θεωρεῖ τὸν πέμψαντά με. Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα͵ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ. Καὶ ἐάν τίς μου ἀκούσῃ τῶν ῥημάτων καὶ μὴ πιστεύσῃ͵ἐγὼ οὐ κρίνω αὐτόν. Οὐ γὰρ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ΄ ἵνα σώσω τὸν κόσμον. Ὁ ἀθετῶν ἐμὲ, καὶ μὴ λαμβάνων τὰ ῥήματά μου ἔχει τὸν κρίνοντα αὐτόν· ὁ λόγος ὃν ἐλάλησα ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ· ὅτι ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα͵ἀλλ΄ ὁ πέμψας με Πατὴρ αὐτός μοι ἐντολὴν ἔδωκε, τί εἴπω, καὶ τί λαλήσω. Καὶ οἶδα, ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστιν΄ ἃ οὖν ἐγὼ λαλῶ͵ καθὼς εἴρηκέν μοι ὁ Πατήρ͵ οὕτω λαλῶ.