Σάββατο, 3 Αυγούστου 2013

Μικρή Παράκληση — Ὠδές δ΄ και ἐ΄

Λύτρωσαι ημάς, εκ κινδύνων, Θεοτόκε Αγνή,
 
Και νυν και αεί…
Οι ελπίδα και στήριγμα, 
και της σωτηρίας τείχος ακράδαντον, 
κεκτημένοι σε, Πανύμνητε,
δυσχερείας πάσης, εκλυτρούμεθα.
Υπεραγία Θεοτόκε, σώσον ημάς.
Έμπλησον, Αγνή, ευφροσύνης την καρδίαν μου, 
την σην ακήρατον διδούσα χαράν, 
της ευφροσύνης, 
η γεννήσασα τον αίτιον.
Υπεραγία Θεοτόκε, σώσον ημάς.
Λύτρωσαι ημάς, εκ κινδύνων, Θεοτόκε Αγνή,
η αιωνίαν τεκούσα λύτρωσιν, 
και την ειρήνην, 
την πάντα νουν υπερέχουσαν.
Δόξα Πατρί…
Λύσον την αχλύν, των πταισμάτων μου, Θεόνυμφε, 
τω φωτισμώ της σης λαμπρότητος, 
η φως τεκούσα,
το θείον και προαιώνιον. 
Και νυν και αεί…
Ίασαι Αγνή, των παθών μου την ασθένειαν, 
επισκοπής σου αξιώσασα, 
και την υγείαν, 
τη πρεσβεία σου παράσχου μοι.